Ηλεκτρονικός Πτωχοπρόδρομος: Το πρώτο πο...

με 1 εκδοχές
Αρχική σελίδα
XΜάρτυρας
Τοῦ Προδρόμου κυροῦ Θεοδώρου πρὸς τὸν βασιλέα Μαυροϊωάννην
1
Τί σοὶ προσοίσω, δέσποτα, δέσποτα στεφηφόρε,
2
ἀνταμοιβὴν ὁποίαν δὲ ἢ χάριν προσενέγκω
3
ἐξισωμένην πρὸς τὰς σὰς λαμπρὰς εὐεργεσίας,
4
τὰς γινομένας εἰς ἐμὲ τοῦ κράτους σου παντοίας;
5
Πρό τινος ἤδη πρὸ καιροῦ καὶ πρὸ βραχέος χρόνου
6
οὐκ εἶχον οὖν ὁ δύστηνος τὸ τί προσαγαγεῖν σοι
7
κατάλληλον τῷ κράτει σου καὶ τῇ χρηστότητί σου
8
καὶ τῇ περηφανείᾳ σου καὶ χαριτότητί σου,
9
εἰ μή τινας πολιτικοὺς ἀμέτρους πάλιν στίχους,
10
συνεσταλμένους, παίζοντας, ἀλλ’ οὐκ ἀναισχυντῶντας,
11
παίζουσι γὰρ καὶ γέροντες, ἀλλὰ σωφρονεστέρως.
12
Μὴ οὖν ἀποχωρίσῃς τους μηδ’ ἀποπέμψης μᾶλλον,
13
ὡς κοδιμέντα δέξου τους, ποσῶς ἂν οὐ μυρίζουν,
14
καὶ φιλευσπλάχνως ἄκουσον ἅπερ ὁ τάλας γράφω.
15
Κἂν φαίνομαι γάρ, δέσποτα, γελῶν ὁμοῦ καὶ παίζων,
16
ἀλλ’ ἔχω πόνον ἄπειρον καὶ θλῖψιν βαρυτάτην
17
καὶ χαλεπὸν ἀρρώστημα καὶ πάθος, ἀλλὰ πάθος!
18
Πάθος ἀκούσας τοιγαροῦν μὴ κήλην ὑπολάβῃς,
19
μηδ’ ἄλλο τι χειρότερον ἐκ τῶν μυστικοτέρων,
20
μὴ κερατᾶν τὸ φανερόν, μὴ ταντανοτραγάτην
Eideneier ταντανοταρτάνην
,
21
μὴ νόσημα καρδιακόν, μὴ περιφλεγμονίαν,
22
μὴ σκορδαψὸν μηδ’ ὕδερον, μὴ παραπνευμονίαν,
23
ἀλλὰ μαχίμου γυναικὸς πολλὴν εὐτραπελίαν,
24
προβλήματα προβάλλουσα καὶ πιθανολογίας
25
καὶ τὸ δοκεῖν εὐλόγως μοι προφέρεται πλουτάρχως.
26
Καὶ θέλω δεῖξαι προφανῶς τὴν ταύτης μοχθηρίαν,
27
ἀλλὰ φοβοῦμαι, δέσποτα, τοὺς ἰταμωδεστέρους,
28
μήπως ἐμὲ ἀκούσωσι καὶ ὑπάγουν εἰς τὸ ὀσπίτιν
29
καὶ νὰ μὲ πιττακώσωσιν ἐκ τῶν ἀπροσδοκήτων·
30
καὶ κρεῖσσον εἶχον, δέσποτα, τὸ νὰ μὲ θάψουν ζῶντα
31
καὶ νὰ μὲ βάλουν εἰς τὴν γῆν καὶ νὰ μὲ περιχώσουν,
32
παρὰ νὰ μάθῃ τίποτε τῶν ἄρτι γραφομένων.
33
Φοβοῦμαι γὰρ τὸ στόμαν της, φοβοῦμαι τὴν ὀργήν της,
34
τὰς ἀπειλάς της δέδοικα καὶ τὴν ἀποστροφήν της.
35
Εἰ δὲ πολλάκις δόξει την καὶ φθάσει ὁ καρκατσάς της
36
καὶ ὁρίσει τὰ ψυχάρια της καὶ τὴν πρωτοβαβάν της
37
καὶ πιάσουν καὶ ταυρίσουν με καὶ σύρουν με εἰς τὴν μέσην,
38
καὶ δώσουν με τὰ τρίκωλα καὶ τὰ χαρακτικά μου,
39
τίς ἔλθῃ καὶ ἐκδικήσῃ με καὶ ἐκβάλῃ με ἀπ’ ἐκείνης;
40
Ὅμως κὰν οὕτως γένηται, κὰν οὕτως κὰν ἀλλοίως,
41
καιρὸς λοιπὸν τὰ κατ’ ἐμὲ πάντα σοι σαφηνίσαι.
42
Οὐ φέρω γάρ, ὦ δέσποτα, τὴν ταύτης μοχθηρίαν,
43
τοὺς καθ’ ἡμέραν χλευασμοὺς καὶ τὰς ὀνειδισίας·
44
τό «κύρι, οὐκ ἔχεις προσοχήν», τό «κύρι, πῶς τὸ λέγεις;»
45
τό «κύρι, τί προσέθηκας;« τό «κύρι, τί ἐπεκτήσω,
46
Ποῖον ἱμάτιον μὲ ἔραψας; Ποιὸν δίμιτον μὲ ἐποῖκες;
47
Καὶ ποιὸν γυρὶν μὲ ἐφόρεσας; Οὐκ οἶδα Πασχαλίαν·
48
ἔχεις με χρόνους δώδεκα ψυχροὺς καὶ ἀσβολωμένους,
49
οὐκ ἔβαλα ἀπὸ κόπου σου τατίκιν εἰς ποδάριν,
50
οὐκ ἔβαλα εἰς τὴν ράχιν μου μεταξωτὸν ἱμάτιν,
51
οὐκ εἶδα εἰς τό δακτύλιν μου κρικέλλιν δακτυλίδιν,
52
οὐδὲ βραχιόλιν μὲ ἔφερες ποτὲ νὰ τὸ φορέσω.
53
Οἱ ξένοι κατακόπτουσι τὰ γονικά μου ροῦχα,
54
καὶ ἐγὼ καθέζομαι γυμνὴ καὶ παραπονεμένη.
55
Ποτὲ οὐκ ἐλούθην εἰς λουτρὸν νὰ μὴ στραφῶ θλιμμένη,
56
ἡμέραν οὐκ ἐχόρτασα, νὰ μὴ πεινάσω δύο,
57
στενάζω πάντοτε, θρηνῶ καὶ κόπτομαι καὶ κλαίω.
58
Τὴν θάλασσαν τὴν μὲ ἔφερες, γνωρίζεις, ἔπαρέ την·
59
τὸ διβλαντάριν τὸ κουτνὶν καὶ τὸ ψιλὸν διβίκιν,
60
καὶ τὸ μεγαλογράμματον ἱμάτιν τὸ κνηκάτον
61
ἢ χάρισον ἢ πώλησον ἢ δὸς ὁποὺ κελεύεις·
62
τὰ λουτρικὰ τὰ μὲ ἔποικες καὶ τὸ κραβατοστρώσιν
63
εἰς κλῆρον νὰ τὰ δέξωνται οἱ παῖδες σου πατρῷον·
64
τὰ γονικά σου πράγματα καὶ ἡ οἰκοσκευή σου
65
ἀρκοῦν τὰς θυγατέρας σου νὰ τὰς ἐξωπροικίσῃς·
66
καὶ σὺ ἂς εἶσαι σιγηρὸς καὶ ἀπομεριμνημένος.
67
Ἐπεντρανίζεις, ἄνθρωπε, κὰν ὅλως θεωρεῖς με;
68
ἐγώ ἠμην ὑποληπτικὴ καὶ σύ ἠσουν ματσουμάτος
Eideneier ματσουκάτος
·
69
ἐγὼ ἤμην εὐγενικὴ καὶ σὺ πτωχὸς πολίτης,
70
σὺ εἶσαι Πτωχοπρόδρομος καὶ ἐγώ ἠμην Ματσουκίνη,
71
σὺ ἐκοιμῶ εἰς τὸ ψιαθὶν καὶ ἐγὼ εἰς τὸ κλινάριν·
72
ἐγώ εἰχον προῖκα περισσήν, καὶ σύ εἰχες ποδο
Papadimitriou ποδοκόπιν
,
73
ἐγώ εἰχον ἀσημοχρύσαφον, καὶ σύ εἰχες σκαφοδούγας
74
καὶ σκάφην τοῦ ζυμώματος καὶ μέγαν πυροστάτην·
75
καθέζεσαι εἰς τὸ ὀσπίτιν μου καὶ ἐνοίκιον οὐ φροντίζεις,
76
τὰ μάρμαρα ἠφανίσθησαν, ὁ πάτος συνεπτώθη,
77
τὰ κεραμίδια ἐλύθησαν, τὸ στέγος ἐσαπρώθη,
78
οἱ τοῖχοι καταπίπτουσιν, ἐξεχερσώθη ὁ κῆπος,
79
κοσμήτης οὐκ ἀπέμεινεν, οὐ γύψος οὐδὲ σπέτλον
80
οὐδὲ ρηγλὶν μαρμάρινον, οὐ συγκοπὴ μετρία·
81
αἱ θύραι συνεστράφησαν ἐξ ὁλοκλήρου πᾶσαι,
82
τὰ κάγκελα ἐξηλώθησαν ἀπ’ ἄκρας ἕως ἄκραν,
83
καὶ τὰ στηθαῖα ἔπεσον τὰ πρὸς τὸ περιβόλιν.
84
Θύραν οὐκ ἤλλαξας ποτέ, σανίδιν οὐ κὰν ψίχα,
85
ποτὲ οὐκ ἐξεκεράμωσας, οὐδὲ ἀνερράψω τοῖχον,
86
οὐ τέκτονα ἐκάλεσας, ἵνα τὸν περιράψῃ,
87
οὔτε καρφὶν ἠγόρασας νὰ ἐμπήξῃς εἰς σανίδιν·
88
βλέπουν σε τὰ ψυχάρια μου καὶ ἔχουν σε ὡς αὐθέντην,
89
φοβοῦνται, παραστήκονται, δουλεύουν καὶ τιμῶσιν·
90
ἐγὼ κρατῶ τὸ ὀσπίτιν σου καὶ τὴν ὑποταγήν σου,
91
δουλεύω τὰ παιδία σου παρὰ βαβ ν καλλίστην,
92
οἰκονομῶ τὰ κατὰ σέ, τρέχω, μοχθῶ, διώκω,
93
καὶ κάμνω λινοβάμβακον ἱμάτιν καὶ φορῶ το·
94
ἔχεις με κουρατόρισσαν, ἔχεις με ἀναπλαρέαν,
95
καὶ κάμνω καὶ τὰ μαλλωτά, κάμνω καὶ τὰ ναρθήκια·
96
ἔχεις με ψιλονήτριαν, καὶ κάμνω τὸ λινάριν,
97
κάμνω ὑποκαμισόβρακα, στιβάζω τὸ βαμβάκιν·
98
ἔχεις με προσμονάριον ὁμοῦ καὶ ἐκκλησιάρχην,
99
καὶ κανονάρχην σὺν αὐτοῖς καὶ χωρικὸν νοτάρην·
100
καὶ σὺ καθέζεσαι ὡς πωλὶν χωσμένον εἰς τὸ βρῶμα,
101
καὶ καθ’ ἡμέραν προσδοκᾷς τί νὰ σὲ παραβάλω.
102
Τὸ τί σὲ θέλω ἐξαπορῶ, τὸ τί σὲ χρῄζω οὐκ οἶδα·
103
ἂν οὐκ ἐθάρρεις κολυμβᾶν, κολυμβητὴς μὴ ἐγένου,
104
ἀλλ’ ἂς ἐκάθου σιγηρὸς καὶ ἀπομεριμνημένος,
105
καὶ ἂς ἔκνηθες τὴν λέπραν σου, καὶ ἂς ἤφηνες ἐμέναν.
106
Εἰ δὲ κομπώσειν ἤθελες καὶ λάβειν καὶ πλανήσειν,
107
ἂς ἔλαβες ὁμοίαν σου, καπήλου θυγατέραν,
108
κουτσοπαρδάλαν τίποτε, γυμνήν, ἠπορημένην,
109
ἢ χορταρίναν τρίφυλλον
Eideneier τρυφηλὴν
ἀπὸ τὰ Μανινέα·
110
καὶ τί μὲ παρωδήγησας τὴν ἀπορφανισμένην
111
μὲ τὰ συχνογυρίσματα καὶ μὲ τὰς κομπωσίας,
112
καὶ μὲ τοὺς ὀψικάτορας καὶ τὸ πολὺν ὀψίκιν;»
113
Ἐν ἐπιτόμῳ τοιγαροῦν, δέσποτα, δέσποτά μου,
114
ἐκ τῶν πολλῶν ὁ δοῦλος σου τινὰ παρεστησάμην·
115
εἰ γὰρ ἠθέλησά ποτε τὰ πάντα σοὶ συγγράψαι,
116
ἡρώων ἂν κατάλογον ἄλλον συνεγραψάμην·
117
ἀλλ’ ἔτι τὰ λεγόμενα ἀρκοῦσι φιλαλήθως
118
καὶ πρόδηλα τυγχάνουσι καὶ πεφανερωμένα·
119
καὶ κὰν ἀλήθειαν ἔχωσι καὶ πιθανολογίας,
120
ψευδῆ τὰ πάντα, δέσποτα, καὶ λῆρον ὀνομάζω
121
καὶ μῦθον τὰ λεγόμενα καλῶ καὶ φληναφίας·
122
ἔχουσι γάρ τινα ρητὰ πικρίας πεπλησμένα.
123
Ἡ δὲ τὰς ἀποκρίσεις μου μὴ καταδεχομένη,
124
στήκει, τριχομαδίζεται, δέρει τὰ μάγουλά της·
125
συνάγει τὰ παιδία της, ἀπαίρει καὶ τὴν ρόκαν,
126
ἐμβαίνει εἰς τὸ κουβούκλιν της, κλείει σφικτὴν τὴν θύραν,
127
μουλλώνεται καὶ κρύπτεται, ἐμὲ δ’ ἀφήνει ἔξω.
128
Ὡς τὸ ἐποῖκεν πρὸ πολλοῦ, δέσποτα στεφηφόρε,
129
ὅταν ἐστράφην σάβουρος ἀπ’ ὧδε παρ’ ἐλπίδα·
130
ἡνίκα γὰρ εἰσέβηκα τὴν θύραν καβαλάρης,
131
ὡς εἶδεν ὅτι ἐπέζευσα, καὶ ἀνέβηκα καὶ ἐκάτσα
132
δίχα θορύβου καὶ βοῆς, χωρὶς ὀχλαγωγίας,
133
μή τινας ἐπαγόμενος μαχίμους στρατιώτας,
134
μὴ προπομποὺς μηδ’ ὀπαδοὺς ραβδούχους, σκηπτροφόρους,
135
μὴ χρυσοφόρων ὁπλιτῶν μαχίμων συνεργίαν,
136
μηδὲ πεζῶν ἐπιδρομὴν σφενδονητῶν ἀγούρων,
137
μικρολαλεῖν ἀπήρξατο καὶ συχνομουρμουρίζειν.
138
Ἐγὼ δ’ ὡς ἤμην νηστικὸς ἀπὸ τὸ Φιλοπάτιν,
139
μὴ κρύψω τὴν αἰτίαν μου καὶ ἔχω πολλάκις κρῖμα,
140
ὡσὰν ἐμελαγχόλησα καὶ ἠγριολάλησά την,
141
καὶ πάλιν τὰ συνήθη μοι συμφώνως ἐπεφώνει·
142
τὸ «τί θαρρεῖς;» τὸ «τίς εἰσαι; » τὸ «βλέπε τίνα δέρεις,
143
ποίαν ὑβρίζεις πρόσεχε καὶ ποίαν ἀτιμάζεις·
144
οὐκ εἶμαι σθλαβοπούλα σου οὐδὲ μισθάρνισσά σου·
145
πῶς ἥπλωσας ἐπάνω μου;» τὸ «πῶς οὐκ ἐνετράπης;
146
τὰ βρώσιμα ἐπεκήρωσας
Kriaras ἀπεκήρωσας
καὶ τὰ ποτὰ ὡσαύτως,
147
τὰ πάντα ἐξεστράγγισας καὶ ἐποῖκες με ἐρημίτριαν.
148
Ἄν ἴδωσι τὰ ὀμμάτια μου ποτὲ τοὺς ἀδελφούς μου,
149
καὶ οὐ πιάσουν καὶ ἁψιδώσουν σε καὶ δείξουν καὶ τελέσουν,
150
καὶ δήσω σου εἰς τὸν τράχηλον τὰ τέσσαρα παιδία,
151
καὶ βάλω εἰς τὴν καρδίαν μου τὰ γόνιμά μου κέρδη,
152
καὶ ἐκβάλω σε ἐκ τὸ ὀσπίτιν μου μετὰ πομπῆς μεγάλης,
153
νὰ ποίσω καὶ τὸ πρόσωπον καὶ τὴν ὑπόληψίν σου,
154
νὰ ποίσω τὴν κουδούπαν σου αὐτὴν τὴν μαδισμένην!»
155
Τούτους τοὺς λόγους τοιγαροῦν ἀτίμως μοι λαλοῦσα,
156
εἶχον βουλήν, ὦ δέσποτα, νὰ τὴν περιραπίσω,
157
πλὴν οὖν σκοπήσας ἑαυτὸν εἶπον εἰς νοῦν τοιάδε·
158
»Διὰ τὴν ψυχήν σου, Πρόδρομε, καθίζου σιγηρός σου,
159
ὅσα κὰν λέγῃ βάσταζε καὶ φέρε τα γενναίως·
160
ἂν πλήξῃς γὰρ καὶ δώσῃς την πολλάκις νὰ πονέσῃ,
161
ὡς εἶσαι γέρων καὶ κοντὸς καὶ ὡσὰν ἀδυνατίζεις,
162
Ἴσως νὰ ἁπλώσῃ ἐπάνω σου καὶ νὰ σὲ σύρῃ ἐμπρός της,
163
καὶ ἂν τύχῃ καὶ ἀποδείρῃ σε, νὰ σὲ ἐξεσφονδυλίσῃ.
164
Ὅμως εἰ βούλει μερικῶς νὰ τὴν περιτραλίσῃς,
165
πιάσε ραβδίν, βάλε φωνήν, ρίψον τὸ καμελαύχιν,
166
ἀπόλυσον
Eideneier ’πόλυσον
πέτραν κατ’ αὐτῆς, πλὴν βλέπε μὴν τὴν δώσῃς,
167
καὶ πόδισον, κατάδραμε τάχα νὰ τὴν κρατήσῃς·
168
ὡς ἐπιτρέχεις, σκόνταψον, κατάβα, δὸς ἀθρόως·
169
καταπεσὼν ἀνάστηθι, πάλιν κατάτρεχέ την,
170
τοὺς ὀφθαλμοὺς ἀγρίωσον, δεῖξον λοξὸν τὸ βλέμμα,
171
τὸ καμελαύκιν στράβωσον, βρύξον καθάπερ λέων.»
172
Ὡς δ’ οὐδὲ ράβδον ἐφευρεῖν ὁ τάλας ἠδυνήθην,
173
ἀπαίρω τὸ σκουπόραβδον γοργὸν ἀπὸ τὴν χρείαν
174
παρακαλῶν, εὐχόμενος, καὶ δυσωπῶν καὶ λέγων:
175
«Πανάχραντέ μου, κράτει την, ἐμπόδιζε, Χριστέ μου,
176
μὴ παίξῃ κοντογύρισμα καὶ ἐπάρῃ τὸ ραβδίν μου
177
καὶ δώσῃ καὶ ποιήσῃ με στραβὸν παρὰ διαβόλου.«
178
Ὡς δὴ αὐτή, θεόστεπτε, πρὸ τῶν λοιπῶν ἁπάντων,
179
καὶ τὸ ψωμὶν ἐκλείδωσε καὶ τὸ κρασὶν ἐντάμα,
180
φεύγει, λανθάνει, κρύπτεται, καὶ κλείσασα τὴν θύραν
181
ἐκάθισεν ἀμέριμνος καὶ ἐμὲ ἀφῆκεν ἔξω.
182
Κρατῶν δὲ τὸ σκουπόραβδον τὴν θύραν ἀπηρξάμην
Α. Kapsomenos ἠραξάμην
·
183
ὡς δ’ ἠγανάκτησα λοιπὸν κρούων σφοδρῶς τὴν θύραν,
184
εὑρὼν ὀπὴν ἐσέβασα τ’ ἄκρον τοῦ σκουποράβδου·
185
ἐκείνη δὲ πηδήσασα καὶ τούτου δραξαμένη
186
ἐταύριζεν ἀπέσωθεν, ἐγὼ δὲ πάλιν ἔξω·
187
ὡς δ’ ἔγνω ὅτι δύναμαι καὶ στερεὰ τὴν σύρω,
188
χαυνίζει τὸ σκουπόραβδον, τὴν θύραν παρανοίγει,
189
καὶ παρ’ ἐλπίδα κατὰ γῆς καταπεσὼν ἡπλώθην.
190
ὡς δ’ εἶδεν ὅτι ἔπεσον, ἤρξατο τοῦ γελᾶν με,
191
ἐκβαίνει καὶ σηκώνει με γοργὸν ἀπὸ τοῦ πάτου,
192
καὶ τάχα κολακεύουσα τοιαῦτα προσεφώνει:
193
«Ἐντρέπου, κύρι, νὰ σωθῇς· ἐντρέπου κὰν ὀλίγον,
194
οὐκ εἶσαι χωρικούτσικον, οὐδὲ μικρὸν νινίτσιν,
195
κατάλειψον τὴν δύναμιν, τὴν περισσὴν ἀνδρείαν,
196
καὶ φρόνει, καλοκαίριν
Andriotis καλλιοτέριν
ἔν, τίμα τοὺς κρείττονάς σου,
197
καὶ μὴ παλληκαρεύεσαι μηδὲ λαξοφαρδεύῃς
Legrand λαζοφαρδεύῃς
198
Ἐν ἐπιτόμῳ τοιγαροῦν ταῦτα μοι προσειποῦσα
199
πάλιν εἰσῆλθεν ἔνδοθεν, ἐκλείδωσεν, ἐκάτσεν.
200
Ἐγὼ δ’ ἀπάρας παρευθὺς τρέχω πρὸς τὸ κουβούκλιν
201
καὶ πίπτω εἰς τὴν κλίνην μου τὸ γεῦμα περιμένων.
202
Παραπεινᾶν ἀρξάμενος ἀνῆλθον ἐκ τῆς κλίνης
203
καὶ πρὸς τὸ ἀρμάριν ἐπελθὼν εὑρίσκω κλειδωμένον.
204
Στραφεὶς οὖν πάλιν ἔπεσον ἐπάνω ἐπὶ τὴν κλίνην
205
συχνὰ περιστρεφόμενος καὶ βλέπων πρὸς τὴν θύραν.
206
Τοῦ γοῦν ἡλίου πρὸς δυσμὰς μέλλοντος ἤδη κλῖναι,
207
βοή τις ἄφνω <ἐγείρεται>
Hatzidakis
καὶ ταραχὴ μεγάλη,
208
ἓν καὶ γὰρ ἐκ τῶν παίδων μου ἔπεσεν ἐκ τοῦ ὕψους,
209
καὶ κροῦσαν κάτω ἔκειτο ὥσπερ νεκρόν, αὐτίκα
210
συνήχθησαν αἱ γείτονες ὡς πρὸς παρηγορίαν,
211
αἱ μανδραγοῦραι μάλιστα καὶ πρωτοκουρκουσοῦραι·
212
καὶ τότε ἂς εἶδες θόρυβον καὶ ταραχὴν μεγάλην.
213
Ἀσχολουμένων τοιγαροῦν τῶν γυναικῶν καὶ πάντων
214
τῶν συνελθόντων ἐπ’ αὐτῷ, ὡς φθάσας εἶπον ἄνω,
215
τοῦ βρέφους τῷ συμπτώματι καὶ τοῦ παιδὸς τῷ πάθει,
216
κρυπτῶς ἀπῆρα τὸ κλειδὶν καὶ ἤνοιξα τὸ ἀρμάριν·
217
φαγὼν εὐθύς τε καὶ πιὼν καὶ κορεσθεὶς ἐξαίφνης,
218
ἐξῆλθον ἔξωθεν κἀγὼ θρηνῶν σὺν τοῖς ἑτέροις.
219
Τοῦ πάθους καταπαύσαντος, τοῦ βρέφους δ’ ἀναστάντος,
220
ἀπεχαιρέτησαν εὐθὺς οἱ συνδεδραμηκότες·
221
παραλαβοῦσα δ’ ἡ γυνὴ τοὺς ταύτης παῖδας πάντας,
222
εἰσῆλθεν ἔνδον σὺν αὐτοῖς καὶ πάλιν ὑπεκρύβη.
223
Ἐγὼ δὲ μόνος κοιμηθεὶς δίχα παραμυθίας
224
χωρὶς δείπνου καὶ σκοτεινὰ καὶ παραπονεμένα
225
ἠγέρθην ταχινότερον, ἦλθον ἐπὶ τὴν κλίνην
226
καὶ δὴ πιάσας τῇ χειρὶ τὴν θύραν τῆς εἰσόδου,
227
καὶ τὸ «κυρά μου» προσειπὼν καὶ τὸ «καλή σου ἡμέρα»,
228
καὶ τὸ «ψυχή, οὐκ ἀνοίγεις μοι, καρδιά, οὐ θεωρεῖς με»,
229
καὶ στεναγμὸν ἀπὸ ψυχῆς ἐκπέμψας ἄχρι τρίτου.
230
Ὡς δ’ οὐ φωνῆς ἀκήκοα οὐδέ τινος λαλίας,
231
οὐδὲ ψιλοῦ προσνεύματος, οὐ σμικροτάτου λόγου,
232
πάλιν ὀπισθαπόδησα
Eideneier ὀπισθοπόδησα
καὶ ἐστράφην ἐξοπίσω
233
καὶ σύνδακρυς γενόμενος ἐγύρισα καὶ ἐκάτσα,
234
καὶ πρὸς τὸ γεῦμα, δέσποτα, πεσὼν ἀπεκοιμήθην.
235
Καὶ μονοκύθρου μ’ ἔδωκε καθ’ ὕπνους μυρωδία,
236
καὶ παρευθὺς τὸν ὕπνον μου ρίψας ἐκ τῶν βλεφάρων,
237
ἀναπηδῶ, σηκώνομαι μετὰ σπουδῆς μεγάλης,
238
παρὰ σκυλὶν λαγωνικὸν κάλλια ρινηλατήσας,
239
κοιτάζω τὸ μονόκυθρον ἀπέσω εἰς τὸ κουβούκλιν.
240
Οἱ παῖδες ἐσυνήχθησαν, ἐκάθισαν νὰ φάγουν,
241
καὶ τὸ τραπέζιν ἔστησαν μὲ τὴν ἐξόπλισίν του.
242
Ὡς δ’ εἶδε ταῦτ’ ὁ δοῦλος σου χαρᾶς πολλῆς ἐπλήσθην
243
ἐλπίζων νὰ μὲ κράξουσι νὰ κάτσωμεν νὰ φᾶμεν.
244
Ὡς δὲ παρέδραμε καιρὸς καὶ τίποτε οὐκ ἐφάνη,
245
εὐθὺς ἀνακαθέζομαι μετὰ σπουδῆς μεγάλης
246
καὶ εὑρίσκω τὸ σκλαβώνικον καὶ βάλλω το ἐπάνω,
247
καὶ τῆς Τομπρίτσας τὸ μανδὶν ἐπάνω τὸ ἐντυλίχθην
248
καὶ βάλλω καὶ σκαράνικον ἐπανωκαμελαύχιν,
249
μακρὺν καλάμιν ἥρπασα, κινῶ πρὸς τὸ κουβούκλιν,
250
καὶ σφαλισμένον τὸ εὕρηκα καὶ ἀπέξωθεν ἱστάμην·
251
ἠρξάμην κράζειν συνεχῶς τὸ «δέμνε κυριδάτον»
252
τὸ «σάμνε» καὶ τὸ »ντόμβρε» καὶ τὸ «στειροπορτέω».
253
Ἔδραμον οὖν οἱ παῖδες μου μηδὲν μεμαθηκότες,
254
ἀπῆραν ξύλα παρευθὺς καὶ ράβδους τε καὶ λίθους,
255
τὴν σκάλαν μὲ ἐκατέβασαν μετὰ πολλοῦ τοῦ τάχους.
256
Ἡ μάννα των γνωρίσασα ἐφώνησε τοὺς παῖδας·
257
«Ἀφῆτε τον, πτωχός ἐνι, καράνος, πελεγρῖνος».
258
Καὶ ὡς τὸ ἤκουσα ὁ δοῦλος σου χαρᾶς πολλῆς ἐπλήσθην,
259
ὅτι ἡ κοιλιά μου ηὐκαίρησεν ἀπὸ τὴν ἀφαγίαν.
260
Ἡμερωθέντων τοιγαροῦν τῶν παίδων πα
Hesseling/Pernot παραυτίκα
,
261
ἀνέβηκα τὴν σκάλαν μου τῇ τούτων ὁδ
Hesseling/Pernot ὁδηγίᾳ
262
καὶ εὐθὺς πηδήσας καὶ εἰσελθὼν καὶ προτραπεὶς <καθίσαι>
Legrand
,
263
τὸ πότε νὰ μὲ κράξωσι νὰ φάγω προσεδόκουν,
264
καὶ μόλις εἶδον πίνακα ζωμὸν ἔχοντα πλεῖστον,
265
καὶ ὀλίγον ἀπὸ τὸ παστὸν καὶ θρύμματα μεγάλα,
266
καὶ δράξας εἰς τὰς χεῖρας μου ηὔφρανε ἡ καρδιά μου,
267
ζωμὸν ἰδὼν τὸν περισσὸν καὶ τὰ χοντρὰ κομμάτια.
268
Τοιαῦτα πέπονθα δεινά, κρατάρχα στεφηφόρε,
269
παρὰ μαχίμου γυναικὸς καὶ τρισαλιτηρίας,
270
ὡς εἶδε με καινότατα ἐλθόντα πρὸς τὸν οἶκον.
271
Ἂν οὖν μὴ φθάσῃ με τὸ σὸν φιλεύσπλαγχνον, αὐτάναξ,
272
καὶ δώροις καὶ χαρίσμασι τὴν ἄπληστον ἐμπλήσῃς,
273
τρέμω, πτοοῦμαι, δέδοικα μὴ φονευθῶ πρὸ ὥρας,
274
καὶ χάσῃς σου τὸν Πρόδρομον, τὸν κάλλιστον εὐχέτην.

Image ViewerX